John 6:1-13

1Μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2
 ἠκολούθει δὲ = WH Treg NA/NIV: || καὶ ἠκολούθει = RP
ἠκολούθει δὲ ⸃ αὐτῷ ὄχλος πολύς, ὅτι
 ἐθεώρουν = WH Treg NA/NIV: || ἑώρων αὐτοῦ = RP
ἐθεώρουν τὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3ἀνῆλθεν δὲ εἰς τὸ
 ὄρος = WH Treg NA/NIV: || ὄρος ὁ = RP
ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἑορτὴ τῶν Ἰουδαίων. 5ἐπάρας οὖν
 τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς = WH Treg NA/NIV: || ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς = RP
τοὺς ὀφθαλμοὺς Ἰησοῦς ⸃ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει
 πρὸς = WH Treg NA/NIV: || πρὸς τὸν = RP
πρὸς Φίλιππον· Πόθεν
 ἀγοράσωμεν = WH Treg NA/NIV: || ἀγοράσομεν = RP
ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
6τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7ἀπεκρίθη
 αὐτῷ = WH Treg RP: || αὐτῷ ὁ = NA/NIV
αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα
 ἕκαστος = WH Treg NA/NIV: || ἕκαστος αὐτῶν = RP
ἕκαστος βραχύ
 τι = RP NA/NIV: || [omit] = WH Treg
τι λάβῃ.
8λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου· 9Ἔστιν
 παιδάριον = WH Treg NA/NIV: || παιδάριον ἓν = RP
παιδάριον ὧδε
 ὃς = WH Treg NA/NIV: || ὃ = RP
ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
10
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν δὲ = RP
εἶπεν Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς πεντακισχίλιοι.
11ἔλαβεν
 οὖν = WH Treg NA/NIV: || δὲ = RP
οὖν τοὺς ἄρτους Ἰησοῦς καὶ εὐχαριστήσας
 διέδωκεν = WH Treg NA/NIV: || διέδωκεν τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ = RP
διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
12ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων
 ἐπερίσσευσαν = WH Treg NA/NIV: || ἐπερίσσευσεν = RP
ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
Copyright information for SBLG